Ancient Greek · ~2 min
Chapter 12
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 12.15
Not analysed yet
οὕτως καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμούς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, αὔξει φυτά, χρόνον ὑφίστησιν, ἡγεῖται, περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναρηῆ τῷ παντὶ συν- ίστησιν, ταῦτά τε πάντα μιᾷ ῥοπῇ φύσεως συντελεῖ, καὶ πυρὸς φύσις ὡσαύτως χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, Πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει. μιᾷ τῇ καυστικῇ δυνάμει τοσαῦτα κατεργαζομένη.