Ancient Greek · ~4 min
Chapter 12
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 12.16
Not analysed yet
ταύτῃ τοι καὶ ὁ παμβασιλεὺς τοῦ θεοῦ λόγος, ὁ διὰ πάντων ἥκων, ἐν πᾶσί τε ὥν καὶ πάντα ἐπιπορευόμενος, οὐράνιά τε καὶ ἐπίγεια, τὰ ἀφανῆ καὶ τὰ διακβερνῶν, διακυβερνῶν, ἥλιόν αὐτὸν οὐρανὸν τε καὶ τὸν σύμπαντα κόσμον ἀρρήτοις δυνάμεσιν ἡνιοχεῖ, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων χωρῶν, ἔτι αὐτῷ μὲν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας πηγῆς ἀέναον φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δ’ ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀπέλων καὶ πνευμάτων νοερῶν τε καὶ λογικῶν οὐσιῶν ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς καλοῦ τε καὶ ἀγαθοῦ παντὸς ἔκ τῶν παρ' αὐτῷ θησαυρῶν ἐμπίπλησιν, μιᾷ δὲ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ καὶ στοιχείοις οὐοίας οὔποτε διαλιμπάνει παρέχων καὶ τοῖς σώμασι μίξεις καὶ κράσεις καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα, ποιότητάς τε μυρίας ἒν τε ζώοις καὶ φυτοῖς καὶ ψυχαῖς λογικαῖς τε καὶ ἀλόγοις ἄλλοτε ἄλλως παταποικίλλων καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, διαρρήδην τε ἐπιδεικνὺς οὐχ ἑπτάχορδον οὔτε πολύχορδον λύραν, ἕνα δὲ κόσμον πολυαρμόνιον ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.