Ancient Greek · ~2 min
Chapter 12
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 12.3
Not analysed yet
ὡς δὲ ἐπὶ τοῦ καθ’ ἡμᾶς παραδείγματος ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτὲ καὶ ὁποῖος ὤν τὴν οὐσίαν ὑπάρχει οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς οἷα έν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ὑπάρχων μόνος τὰ πρακτέα βουλεύεται, λόγος δ' ἐξ αὐτοῦ πρόεισι μονογενής, οἷα πατρὸς ἐξ ἀδύτου μυχοῦ γεγεννημένος, ἀρρήτῳ λόγῳ καὶ δυνάμει ἀκατονομάστῳ ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἀπιτέλεῖ τὰ βουλεύματα προϊὼν εἰς τὰς πάντων ἀκοάς,