Ancient Greek · ~4 min
Chapter 12
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 12.4
Not analysed yet
εἶθ' οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ' ἀφανῆ καὶ ἀόρατον νοῦν τὸν δὴ τοῦ λόγου πατέρα οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ τὰ αὐτὰ δή μᾶλλον δὲ ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οἷα μονογενὴς πατρὸς υἱός, οὐ προφορικῇ δυνάμει συνεστώς, οὐδ’ ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ’ έν φωνῇ δἰ ἀέρος πληττο- μένῃ σημαινόμενος, θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων λόγος, κατ' οὐσίαν τε ὑφεστὼς οἷα θεοῦ δύναμις καὶ θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἀγαθοῦ δὲ πατρὸς ἀγαθὸν τυγχάνων γέννημα κοινός τε ἁπάντων σωτὴρ ἐποχετεύει τὰ σύμπαντα, ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ πάν- των ἀγαθῶν ἐκ τοῦ οἰκείου πληρώματος τοῖς πᾶσιν ἐπιλιμνάζων. ἄρδει τε οὐ τὰ προσεχῆ μόνον καὶ ἐγγυτάτω, ἀλλὰ καὶ τὰ πόρρω διεστῶτα κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ εἴ τις ἑτέρα τούτων ἐν τοῖς οὖσιν τυγχάνει λῆξις·