Ancient Greek · ~2 min
13.12 to 13.13
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 13.12-13
Not analysed yet
καὶ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς περὶ θεοῦ φυσικὰς ἐννοίας παρατρέψαν- τες ἀπρονόητα μὲν καὶ ἀνεπιτρόπευτα τὰ τῇδε πάντα ἡγοῦντο, ἀλόγῳ δὲ καὶ αὐτομάτῳ φύσει εἱμαρμένης τε ἀνάγκῃ τὴν τοῦ παντὸς οὐσίωσίν τε καὶ σύοτασιν ἀνετίθεσαν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς σφῶν ψυχὰς αὐτοῖς συνδιαφθείρεσθαι τοῖς σώμασιν ὑπολαμβάνοντες θηριώδη ζωὴν καὶ βίον ἀβίωτον διῆγον, οὐ ψυχῆς οὐσίαν διερευνώμενοι, οὐ θείας κρίσεως δικαιωτήρια προσόοκῶντες, οὐκ ἀρετῆς ἔπαθλα, οὐκ ἀδίκου βίου τιμωρίας ἐν νῷ βαλλόμενοι,