Ancient Greek
Chapter 13
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 13.14
Not analysed yet
ἤδη δὲ καὶ ὅλα ἔθνη πολυτρόποις κακίας εἴδεσι θηριώδει κατετήκονο βίῳ, οἱ μὲν μητράσι μιγνύμενοι μίξιν ἔκθεσμον καὶ παρανομω- τάτην, οἱ δὲ τὰς ἀδελφὰς αὐτῶν γαμοῦντες, οἱ δὲ τὰς αὐτῶν θυγατέρας διαφθείροντες, καὶ οἱ μὲν τοὺς ἐπιδημοῦντας ξένους κατασφάτ- τοντες, οἱ δὲ καὶ κρεῶν ἀνθρωπείων ἀπογευόμενοι, οἱ δ' ἀγχόνῃ τοὺς γεγηρακότας ἀποπνίγοντες κἄπειτα τούτοις ἑστιώμενοι, οἱ δὲ κυσὶν ἔτι ζῶντας παραβάλλοντες. ἐπιλείψει με ὁ χρόνος τὰ πάντα τῆς παλαιᾶς νόσου τῆς δὴ τὸ πᾶν τῶν ἀνθρώπων γένος κεκρατηκυίας διηγούμενον,