Ancient Greek · ~4 min
Chapter 13
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 13.2
Not analysed yet
καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τὴν γεώδη φύσιν καὶ τοὺς ἀπὸ γῆς καρποὺς τροφάς τε σωμάτων παντοίας τοίας ἐθέωσαν, Δήμητραν καὶ Κόρην καὶ Διόνυσον καὶ ἀδελφά γε τούτων ἕτερα ἀνειδωλοποιήσαντες. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τῆς σφῶν αὐτῶν διανοίας τοὺς λογισμοὺς καὶ αὐτὸν δὴ τὸν τούτων ἑρμηνέα λόγον θεοὺς ἀνειπεῖν οὐκ ἀπώκνησαν, Ἁθηνᾶν μὲν τὴν διάνοιαν τὸν δὲ λόγον Ἑρμῆν ἐπονομάσαντες καὶ τάς γε τῶν μαθημάτων ἐπηβόλους δυνάμεις Μνημοσύνην καὶ Μούσας ἀνειπόντες. καὶ μέχρι μέχρι τούτων ἔστησαν, ἐπὶ μεῖζον δ' αὔξοντες ἀτοπέας ὑπερβολῇ δυσσεβείας τὰ οἰκεῖα πάθη, ἃ δὴ ἐχρῆν ἀποτρέπεσθαι καὶ λόγῳ σώφρονι θεραπεύειν, ἐνέωσαν, αὐτήν τε τὴν ἐπιθυμίαν καὶ τὴν ἐμπαθῆ καὶ ἀκόλαστον τῶν ψυχῶν νόσον τά τε ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τε καὶ μέλη τοῦ σώματος καὶ ἔτι τὴν τῶν αἰσχρῶν ἡδονῶν ἀκράτειαν Ἔρωτα καὶ Πρίηπον καὶ Αφροδiτην καὶ ἄλλ’ ἄττα συγγενῆ τούτοις ἀνειπόντες.