Ancient Greek · ~2 min
Chapter 13
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 13.3
Not analysed yet
καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ἀμφὶ τὰς σωμάτων γενέσεις καὶ τὸν κάτω θνητὸν βίον καταπεσόντες, ἀνθρώπους θνητοὺς ἐξεθείασαν καὶ μετὰ τὸν κοινὸν θάνατον ἥρωας καὶ θεοὺς ἐπεφήμισαν ,ἀμφὶ μνήματα καὶ τάφους τὴν ἀθάνατον καὶ θείαν οὐσίαν ὑποτοπήσαντες εἰλεῖσθαι. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ζώων ἀλόγων παντοία γένη ἑρπετῶν τε τὰ βλαπτικώτατα τῇ σεβασμίῳ προσηγορίᾳ τετιμήκασιν· καὶ μέχρι μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ δρῦς κατακόψαντες καὶ πέτρας ἐκτεμόντες γῆς τε μέταλλα, καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῆς ἄλλης ὕλης, διερευνησάμενοι, θηλειῶν τύπους καὶ ἀρρένων σχήματα θηρίων τε μορφὰς καὶ ἑρπετῶν ἀνεπλάσαντο, κἄπειτα τούτοις τιμὰς περιτεθείκασιν.