Ancient Greek · ~6 min
Chapter 15
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 15.3
Not analysed yet
οὔτ' ἂν τὰ κατὰ δαιμόνων αὐτῷ πεπραγμένα διὰ τῆς τοῦ θανάτου συμπλοκῆς τέλους ἠξιοῦτο, οὔτ’ ἂν ἐγνώσθη ὅπη ποτὲ ὑπῆρεν χωρήσας, ουτ αν ἐπιστεύθη τοῖς μὴ παρειληφόσιν ,οὔτ’ ἂν θανάτου τὴν φύσιν ἐφάνη κρείττων, οὔτ' ἂν τὸ θνητὸν τῆς οἰκείας ἠλευθέρου φύσεως, οὔτ' ἂν καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἠκούσθη, οὔτ’ ἂν θανάτου καταφρονεῖν τοὺς αὐτοῦ μαθητὰς ἔπεισεν, οὔτ ἂν τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα τις τὴν αὐτοῦ διδασκαλίαν μετιοῦσι παρεστήσατο, οὕτ' ἂν τῶν αὐτοῦ λόγων τὰς ἐπαγγελίας ἐπλήρου, οὔτ’ ἂν ταῖς προφητικαῖς περὶ αὐτοῦ προρρήσεσι σύμφωνα παρεῖχε τὰ ἀποτελέσματα, οὔτ' ἂν τὸν ὕστατον ἀπάντων ἀγῶνα διῆλθεν· οὗτος δ’ ἦν ὁ κατὰ τοῦ θανάτου. 4 διὸ δὴ τούτων ἕνεκα πάντων, ἐπειδὴ ἐχρῆν ἐξ ἅπαντος τὸ τὸν ὄργανον μετὰ τὴν αὐτάρκη διακονίαν, ἣν τῷ θείῳ λόγω̣ διηκο- νήσατο, τέλους θεοπρεποῦς τυχεῖν, ταύτῃ πη καὶ αὐτῷ ὁ θάνατος οἰκονομεῖται. δυεῖν γὰρ λειπομένων τῷ τέλει, ἢ φθορᾷ καὶ ἀπωλείᾳ παραδοῦναι τὸ πᾶν καὶ τοῦ παντὸς δράματος αἰσχίστην ποιήσασθαι τὴν καταστροφήν, ἢ θανάτου ἑωυτὸν κρείττονα ἀποφῆναι θεϊκῇ δυνάμει τὸ θνητὸν ἀθάνατον παραστησάμενον, τὸ μὲν πρῶτον ἀνοίκειον ἦν τῆς ἐπαγγελίας. οὐ οὐ γὰρ πυρὸς οἰκεῖον τὸ ψύχειν, οὐδὲ · φωτὸς τὸ σκοτίζειν· οὕτως οὐδὲ ςωῆς τὸ θανατοῦν, οὐδὲ Μου λόγου τὸ παραλόγως ἐνεργεῖν. ποῖον οὖν οὖν λόγον τὸν ἑτέροις ζωὴν ἐπαγγελλόμενον τὸ οἰκεῖον ὄργανον φθειρόμενον παριδεῖν ἀπωλείᾳ τε παραδοῦναι τὸ αὐτοῦ ἄγαλμα, καὶ τὸν τῆς θεότη- τος αὐτοῦ ἑρμηνέα θανάτῳ λυμήνασθαι τὸν τοῖς πρόσφυξιν ἀθανα- σίαν προμνώμενον;