Ancient Greek · ~3 min
Chapter 15
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 15.5
Not analysed yet
οὐκοῦν τὸ δεύτερον ἀναγκαῖον ἦν, λέγω δὴ τὸ θανάτου κρείττονα ἑαυτὸν φῆναι; πῶς οὖν ἐχρῆν τοῦτο ποιήσασθαι; λαθραίως ἄρα καὶ κλοπιμαίως ἢ τοῖς πᾶσιν ἀριπρεπῶς καὶ καὶ ἀριδήλως; ἀλλὰ σκότιον μὲν καὶ κρυφαῖον αὐτῷ πραχθὲν τὸ κατόρθωμα μηδενί τε γνωσθὲν οὐδένα ’ν ὤνησεν· βοηθὲν δὲ καὶ ἀκουσθὲν εἰς ἅπαντας τοῖς πᾶσι τὴν ἐκ τοῦ θαύματος παρεῖχεν ὠφέλειαν. εἰκότως ἄρα, ἐπειδὴ ἐχρῆν τὸ αὐτοῦ ὄργανον κρεῖττον θανάτου φῆναι καὶ τοῦτο πρᾶξαι μὴ εἰς τὸ λεληθὸς ἀλλ' ἐπ' ὄψεσιν ἀνθρώπων, οὐ φεύγει μὲν τὸν θάνατον· ἠν γὰρ ἂν δειλὸς καὶ θανάτου χείρων ἐνομίσθη· διὰ δὲ τῆς πρὸς τὸν θάνατον συμπλοκῆς οἶα πρὸς ἀνταγωνιστὴν τὸ θνητὸν ἀθάνατον παρίστη, τὸν ἀγῶνα τοῦτον ὑπὲρ τῆς ἀπάντων σωτηρίας καὶ ἀθανασίας ἀναδεδεγμένος.