Ancient Greek · ~4 min
Chapter 15
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 15.9
Not analysed yet
πρώτη μὲν οὑν αὕτη καὶ μεγίστη αἰτία τῆς τοῦ σωτῆρος ἡμῶν κατὰ τοῦ θανάτου παρατάξεως· τὸν γοῦν φοβερὸν τοῖς πᾶσι θάνατον τοῖς αὐτοῦ φοιτηταῖς τὸ μηδὲν ὄντα ἐδείκνυ, καὶ τὴν ἐπηγγελμένην πρὸς αὐτοῦ ζωὴν τοῖς αὐτῶν ἀφθαλμοῖς δέ ἐναργοῦς ὄψεως παρίστη, ἀπαρχὴν τῆς κοινῆς ἡμῶν ἐλπίδος ζωῆς τε τῆς παρὰ θεῷ καὶ ἀθανασίας αὐτὴν ἐκείνην πεποιημένος. 10 δευτέρα δ' ἂν εἴη αἰτία τῆς ἀναβιώσεως τῆς ἐν σώματι κατοι- κησάσης ἐνθέου δυνάμεως ἔνδειξις. ἐπειδὴ γὰρ τὸ πρότερον τοὺς ὑπὸ τοῦ θανάτου νενικημένους ἄνδρας θνητοὺς ἐθείαζον ἅνθρωποι, ἥρωάς τε καὶ θεοὺς ὠνόμαζον τοὺς ὑπὸ τοῦ θανάτου κεκρατημέ- νους, κἀκεῖ εἰκότως ἑαυτὸν ταύτης ἕνεκα τῆς αἰτίας ἔφηνεν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, κρείττονα θανάτου φύσιν ἀνθρώποις δεικνύς, καὶ τὸ μὲν θνητὸν μετὰ τὴν λύσιν ἐπὶ τὴν δευτέραν ζωὴν ἄγων, τρόπαιον δὲ ἀθανασίας κατὰ τοῦ θανάτου τοῖς πᾶσι παρέχων ὁρᾶν. καὶ μόνον τοῦτον ἐν θανάτῳ θεὸν ἀληθῆ εἶναι διδάσκων ὁμολογεῖν τὸν τὰ βραβεῖα τῆς κατὰ τοῦ θανάτου νίκης ἀναδησάμενον. ἔχοιμ' ἄν σοι καὶ τρίτην ὑπογράφειν αἰτίαν τοῦ σωτηρίου θανάτου.