Ancient Greek · ~2 min
Chapter 15
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 15.8
Not analysed yet
οὕς δὴ πεῖσμα μέγιστον ἀναλαβεῖν ἐχρῆν τῆς μετὰ τὸν θάνατον ζωῆς, ὡς ἄν ἀδεεῖς καὶ ἄφοβοι θανάτου τὸν κατὰ τῆς τῶν Μνῶν πολυθέου πλάνης ἀγῶνα προθύμως ἀναδέξοιντο· μὴ γὰρ θα- νάτου καταφρονεῖν μελετήσαντες, οὐκ ἂν Πώποτε πρὸς τὰ δεινὰ παρεσκευάζοντο. διὸ δὴ ἀναγκαίως όπλίςων αὐτοὺς κατὰ τῆς τοῦ θανάτου δυναστείας, οὐ ῥηματίοις καὶ φωναῖς παρεδίδου τὸ μάθημα, οὐδὲ λόγιος ὁμοίως ἀνθρωπίνοις τὸν περὶ ψυχῆς ἀθανασίας πιθανῶς καὶ ἐξ εἰκότων συντάττων, αὐτῷ δὲ ἔργῳ τὰ κατὰ τοῦ θανάτου ἐπεδείκνυ αὐτοῖς τρόπαια.