Ancient Greek · ~2 min
Chapter 16
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 16.10
Not analysed yet
διὸ καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστήρια ουνέστη ἐκκλησιῶν τε ἀφιερώματα, νοερῶν τε καὶ λογικῶν θυσιῶν ἱεροπρεπεῖς λειτουργίαι μόνῳ τῷ παμβασιλεῖ θεῷ πρὸς ἁπάντων τῶν ἐθνῶν ἀναπεμπόμεναι. τὰς δὲ δι' αἱμάτων καὶ λύθρων καπνοῦ τε καὶ πυρὸς ἐπιτελουμέναις θυσίας τάς τε ὠμὰς ἐκείνας καὶ μανιώδεις ἀνδροκτασίας τε καὶ ἀνθρωποθυσίας τίς ἀφανεῖ τε καὶ ἀοράτῳ δυνάμει σβεσθῆναι καὶ μηκέτι ὑπάρχειν παρεσκεύασεν, ὡς μαρτυρεῖσθαι πρὸς αὐτῆς γε τῆς Ἑλλήνων ἱστορίας; ἐπειδὴ οὐ πρότερον ἀλλ’ ἢ μετὰ τὴν ἔνθεον τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν κατὰ τοὺς Ἀδριανοῦ χρόνους πᾶσαι αἱ πανταχοῦ γῆς κατελύθησαν ἀνθρωποθυσίαι.