Ancient Greek
Chapter 16
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 16.11
Not analysed yet
τοσούτων ἐναργῶν ἀποδείξεων τὴν μετὰ τὸν θάνατον ἀρετήν τε καὶ δύναμιν τοῦ σωτῆρος ἡμῶν πατουμένων, τίς οὕτω σιδήρεος τὴν ψυχήν, ὡς μὴ συμμαρτυρεῖν τῇ ἀληθείᾳ καὶ τὴν ἔνθεον αὐτοῦ ζωὴν ὁμολογεῖν; ζώντων γὰρ ἄλλ' οὐ νεκρῶν τὰ κατορθώματα, ὄφεις τε ἀδήλων φαοὶν εἶναι τὰ φαινόμενα. αὐτίκα δ’ οὖν χθὲς καὶ πρώην θεομάχων γένος τὸν τῶν ἀνθρώπων βίον ἐκύκα, ἠγέν τε καὶ ἀπῆγεν καὶ πολλὰ ἴσχυεν. ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀπηλλάγη, ἐ δὴ μετὰ ταῦτα ἐπὶ γῆς σκυβάλων έκβλητότερον, ἄπνουν ἀκίνητον ἄναυδον, καὶ οὐκέτ’ αὐτῶν λόγος οὐδείς, οὐ μνήμη· φύσις γαρ αυτη νεκρῶν, καὶ ὁ μηκέτ' ὢν οὐδεὶς ἐστιν. ὁ δὲ μηδεὶς ὤν x003E; πράξειέν τι; ὁ δ’ ἐνεργῶν καὶ πράττων καὶ πλείονα τῶν ζώντων δυνάμενος πῶς ἂν ὑποληφθείη μὴ ὤν; εἰ δ' ἀφανὴς εἴη σαρκὸς ὀφθαλμοῖς, ἀλλ’ οὐκ ἐν αἰσθήσει τὸ κριτήριον, οὐδὲ τεχνικοὺς λογους οὐδ’ ἐπιστημονικὰς Θεωρίας αἰσθήσει σωμάτων καταμανθάνομεν, οὐδὲ νοῦν τὸν ἐν ἀνθρώποις μήτι γε θεοῦ δύναμιν εἶδεν τις πώποτε ἀφθαλμοῖς, ἀλλ' ἐκ τῶν ἔργων τὰ τοιάδε πέφυκεν ἐπινοεῖσθαι.