Ancient Greek · ~2 min
17.1 to 17.2
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 17.1-2
Not analysed yet
Ἕνθα δὴ καιρὸς ἐπιθεωρῆσαι τοῦ ἡμετέρου σωτῆρος τὰ καθ’ ἡμᾶς ἀποτελέσματα καὶ ζῶντος θεοῦ ζῶντα ἔργα συνιδεῖν· ἦ γὰρ οὐ ζῶντος καὶ θεοῦ ζωὴν ὡς ἀληθῶς ζῶντος ἔργα ζῶντα τυγχάνει τὰ τοιαδὶ κατορθώματα; τίνα δὴ ταῦτα, ἐρωτᾶς; μάνθανε. θεομάχοι τινὲς πρώην τῶν αὐτοῦ προσευκτηρίων τὰς οἰκοδομὰς οὺν πλείονι φιλονεικίᾳ καὶ σὺν μείζονι δυνάμει τε καὶ χειρὶ ἐκ βάθρων ἀνορύττοντες καθῄρουν ἀφανεῖς τε αὐτοῦ καθίστων τὰς ἐκ. κλησίας, πάσαις τε μηχαναῖς τὸν μὴ τοῖς ὀφθαλμοῖς ὁρώμενον ἐπο- λέμουν βάλλοντες καὶ ἀκοντίζοντες μυρίαις λόγων βολαῖς, ὁ δ' ἀφα- νὴς ἀφανῶς ἠμύνατο.