Ancient Greek · ~2 min
Chapter 17
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 17.3
Not analysed yet
εἶθ' οἱ μὲν οὐκέτ’ ἦσαν ἑνὶ θεοῦ νεύματι πρὸ μικροῦ τρυφηλοὶ καὶ τρισευδαίμονες, οἱ ἰσόθεοι παρὰ τοῖς πᾶσιν ἀνυμνούμενοι, οἱ μακραῖς ἐτῶν περιόδοις διαπρεπῶς τὴν ἀρχὴν εὐθύ- ναντες, ὅτε δὴ τὰ πρὸς τὸν ὕστερον πολεμηθέντα φίλα τε ἦν αὑτοῖς καὶ εἰρηναῖα· ὡς δὲ καταβαλλόμενοι θεομαχεῖν ἐτόλμων, τοὺς αὐτῶν θεοὺς προμάχους καὶ προασπιστὰς ἀντιπαρατάττοντες τῷ ἡμετέρῳ. αὐτίκα μιᾷ ῥοπῇ καὶ θεοῦ νεύματι καὶ δυνάμει τοῦ πολεμουμένου δίκας ὑπεῖχον οἱ ἅπαντες τῶν τετολμημένων, ὡς παραχωρεῖν τῷ πολεμουμένῳ καὶ νῶτα δόντες αὐτῷ συνομολογεῖν συγχωρεῖν τε καὶ ἐπιτρέπειν τἀναντία τοῖς πρὶν τετολμημένοις.