Ancient Greek
Chapter 17
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 17.10
Not analysed yet
οἱον δὲ καὶ τὸ αὐτὸν προφητεῦσαι τὸ μέλλον καὶ τοῖς μαθηταῖς προμαρ- τύρασθαι, ὡς ἄρα ἐπὶ βασιλέων καὶ ἡγεμόνων μέλλοιεν ἄγεσθαι τιμωρεῖσθαί τε καὶ τὰς ἐσχάτας ὑπομένειν κολάσεις, οὐ διά τινα πρᾶξιν ἄτοπον διὰ μόνην δὲ τὴν εἰς τοῦτον ὁμολογίαν; τὸ δὲ καὶ προθύμως αὐτοὺς ταῦθ' ὑπομεῖναι παρασκευάσαι εὐσεβείας τε ὅπλοις οὕτω φράξαι, ὡς ἀδάμαντος τὰς ψυχὰς κραταιοτέρους ἐν τοῖς πρὸς τοὺς ἀντιπάλους ἀμῶσι διαφαίνεσθαι, ποῖον οὐκ ἂν ὑπερβάλοιτο λόγον,.