Ancient Greek · ~2 min
Chapter 17
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 17.9
Not analysed yet
τὸ δὲ ἄνδρας εὐτελεῖς καὶ ἀγροίκους ἐξ ἁλείας μεταγαγεῖν τὴν ἀρχὴν καὶ τούτους νομοθέτας καὶ νομοδιδασκάλους ἀποφῆναι τῆς ἀνθρώπων οἰκουμένης, οἶόν σοι εἶναι δοκεῖ; τὸ δὲ ἐπαγγείλασθαι καὶ λόγῳ μὲν εἰπεῖν ἐ̓ργῳ δὲ ποιῆσαι αὐτοὺς ἁλιέας ἀνθρώπων ,καὶ τοιαύτην αὐτοῖς ἀρετὴν τε καὶ δύναμιν παρασχεῖν, ὡς καὶ γραφὰς συντάξαι καὶ βίβλους παραδοῦναι, καὶ τούτας εἰς τοσοῦτον κρατῦναι, ὡς καθ’ ὅλης τῆς οἰκουμένης παντοίᾳ γλώσσῃ βαρβάρων τε καὶ Ἑλλήνων μεταβαλλομένας παρὰ πᾶσι τοῖς ἔθωεσι μελετᾶσθαι, καὶ πιοτεύεσθαι θεῖα εἶναι λόγια τὰ ἐν αὑταῖς καταβεβλημένα.