Ancient Greek · ~1 min
Chapter 17
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 17.15
Not analysed yet
καὶ τί δεῖ λόγοις τὰς παντὸς λόγου κρείττονας ἐνθέους δυνάμεις τοῦ σωτῆρος ἡμῶν φιλοτιμεῖσθαι συνάγειν, ὅτε καὶ σιωπώντων ἡμῶν αὐτὰ βοῶσι τοῖς ὦτα ψυχῆς κεκτημένοις τὰ πράγματα, τοῦτο ξένον ἀληθῶς καὶ παράδοξον καὶ ἕν μόνον ἐξ αἰῶνος τὸν κόσμον ἀνθρώπων ἐνηνοχέναι, τὸ ἀληθῶς παῖδα θεοῦ τοῖς ἐπὶ γῆς ὦφθαι.