Ancient Greek · ~2 min
18.1 to 18.2
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 18.1-2
Not analysed yet
Περιττὰ δ' ἂν καὶ ἄλλως <σοὶ> εἴη τὰ παρ’ ἡμῶν ὃς αὐτῇ τῇ πείρᾳ τῆς σωτηρίου θεότητος συναίσθησιν πολλάκις εἰληφώς, οὐ λόγοις ἀλλ' ἔργοις αὐτοῖς κήρυξ ἅπασι τῆς ἀληθείας καθέσηκας· σὺ γὰρ ἡμῖν αὐτός, βασιλεῦ, σχολῆς δοθείσης εἴποις ἄν βουληθεὶς μυρίας τοῦ σοῦ σωτῆρος θεοφανείας, μυρίας καθ’ ὕπνους παρουσίας, οὐ τὰς ἀπορρήτους ἡμῖν ὑποβολὰς αὐτοῦ φημι, τὰς δ’ ἐν αὐτῷ σοι λυγισμῷ καταβαλλομένας καὶ περὶ περὶ τῶν ὅλων προνοίας τὰ κοινωφελῆ καὶ τὰ πάντη χρήσιμα παρατιθεμένας·