Ancient Greek
Chapter 17
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 17.8
Not analysed yet
ἥ τίς οὕτω ταχὺς ἔκδιχος τῶν εἰς αὐτὸν τετολμημένων ἀποδέδεικται, ὡς ἅμα τῇ κατ αὐτοῦ δυσσεβείᾳ τὸ πᾶν Ἰουδαίων ἔθνος ἀοράτῳ δυνάμει μετελθεῖν, ἄρδην τε τὸν βασιλικὸν αὐτῶν τόπον ἐκ βάθρων ἀρθῆναι, αὐτό τε τὸ ἱερὸν ἅμα τοῖς ἐν αὐτῷ σεμνοῖς εἰς ἔδαφος κατενεχθῶαι; τίς δὲ προρρήσεις αὐτῶν τε τούτων πέρι τῶν ἀσεβῶν ἀνδρῶν ἀμφί τε τῆς πρὸς αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ὑποστάσης ἐκκλησίας καταλλή- λους τοῖς πράγμασιν ἀπρφθεγθάμενος, πιστὰς ἔδειξε ταύτας τοῖς ἔργοις, ὡς ὁ ἡμέτερος σωτήρ; περὶ μὲν τοῦ τῶν ἀσεβῶν ἱεροῦ φήσας· ἀφίεται ὑμῖν ὸ οἶκος ὑμῶν ἔρημος· „καί· οὐ μὴ μείνῃ λίθος λίθον ἐν τῷ τόπῳ τούτῳ, ὃς οὐ μὴ καταλυθῇ· “περὶ δὲ τῆς ἐκκλησίας· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύουσιν αὐτῆς. “