Ancient Greek · ~5 min
Chapter 18
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 18.3
Not analysed yet
δ’ ἂν ἡμῖν τοῦ σοῦ προασπιστοῦ γε καὶ φύλακος θεοῦ διελεύσῃ τὰς ἐναργεῖς ἐν πολέμοις ἐπικουρίας, τὰς ἐχθρῶν καὶ ἐπιβούλων φθοράς, τὰς ἐν κινδύνοις δεξιώσεις, τὰς έν ἀπόροις εὐπορίας, τὰς ἐν ἐρημίαις ἀντιλήψεις, τὰς ἐν ἀμηχάνοις εὑρέσεις, τὰς τῶν μελλόντων προγνώσεις, τὰς περὶ τῶν καθόλου προμηθείας, τὰς περὶ τῶν ἀδήλων σκέψεις, τὰς περὶ τῶν μεγάλων ἐπιχειρήσεις, τὰς πολιτικὰς οἰκονομίας, τὰς τῶν στρατοπέδων διοικήσεις, τὰς καθ' ἕκαστον διορθώσεις, τὰς περὶ τῶν κοινῶν διατάξεις, τὰς βιωφελεῖς νομοθεσίας. καταριθμήσεις δ’ ἂν ἀπαραλείπτως ἕκαστα τῶν ἡμᾶς μὲν λανθανόντων, σοὶ δ' αὐτῷ μόνῳ γνωριζομένων καὶ ταῖς σαῖς βασιλικαῖς μνή- μαις οἶα θησαυροῖς ἐν ἀπορρήτοις τεταμιευμένων. ὦν δὴ χάριν ἁπάντων εἰκότως, αὐτοῖς δὴ τούτοις λαμπροῖς τεκμηρίοις τῆς σωτηρίου δυνάμεως χρησάμενος, οἶκον εὐκτήριον τρόπαιον τῆς κατὰ τοῦ θανάτου νίκης αὐτοῦ πᾶσιν ἀνθρώποις πιστοῖς ὕμα καὶ ἀπίστοις ἀνέδειξας, νεών τε ἅγιον ἁγίου θεοῦ, ζωῆς τε ἀθανάτου καὶ βασιλείας ἐνθέου λαμπρὰ καὶ μεγάλα περικαλλῆ ἀφιερώματα, τὰ] πρέποντά γε εὖ μάλα καὶ οἰκεῖα βασιλεῖ νικητῇ, τοῦ παμβασιλέως σωτῆρος ἀναθήματα· ἅ δὴ τῷ τῆς ἀθανάτου ζωῆς μαρτυρίῳ τε καὶ μνήματι περιβέβληκας. τὸν οὐράνιον τοῦ θεοῦ λόγον νικητὴν καὶ τροπαιοῦχον βασιλικοῖς χαρακτῆρσιν ἐκτυπού- μενος, πᾶσι τοῖς ἔθνεσι λαμπραῖς καὶ ἀνεπισκιάστοις φωναῖς ἔ τε καὶ λόφῳ, τὴν εὐσεβῆ καὶ φιλόθεον ὁμολογίαν προκηρύττων.