Ancient Greek · ~2 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 2.4
Not analysed yet
καὶ ὁ μὲν λόγος ὢν προκόσμιος καὶ σωτὴρ τῶν ὅλων λογικὰ καὶ σωτηριώδη σπέρματα τοῖς αὐτοῦ παραδιδοὺς θιασώταις λογικοὺς ἅμα καὶ τῆς τοῦ πατρὸς βασιλείας ἐπιστημονικοὺς ἀπεργάζεται· ὁ δὲ τούτῳ φίλος οἷά τις ὑποφήτης τοῦ θεοῦ γόλου πᾶν γένος ἀνθρώπινον ἐπὶ τὴν τοῦ κρείττονος ἀνακαλεῖται γνῶσιν, ταῖς πάντων ἀκοαῖς ἐμβοῶν μεγάλῃ τε φωνῇ τοῖς ἐπὶ γῆς ἅπασι τοὺς τῆς ἀληθοῦς εὐσεβείας ἀνακηρύττων νόμους.