Ancient Greek · ~6 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 2.5
Not analysed yet
καὶ ὁ μὲν τῶν ὅλων σωτὴρ τὰς οὐρανίους πύλας τῆς τοῦ πατρὸς βασιλείας τοῖς ἐνθένδε ἐκεῖσε μεθισταμένοις ἀναπετάννσιν· ὁ δὲ ζήλῳ τοῦ κρείττονος πάντα ῥύπον ἀθέου πλάνης τῆς κατὰ γῆν βασιλείας ἀποκαθηράμενος χοροὺς ὁσίων καὶ εὐσεβῶν ἀνδρῶν εἴσω βασιλικῶν οἴκων εἰσκαλεῖται, αὔτανδρον τὸν σύμπαντα στόλον τῶν ὑπ᾿ αὐτῷ κυβερνωμένων διασώσασθαι προμηθούμενος. πανήγυρίν τε ταύτην μόνος οὗτος τῶν πώποτε τῆς Ῥωμαίων καθηγησαμένων βασιλείας,τριτταῖς ἤδη περιόδιοις δεκάδων πρὸς τοῦ παμβασιλέως θεοῦ τιμηθείς, οὐ χθονίοις κατὰ τοὺς παλαιοὺς συντελεῖ πνεύμασιν, οὐδὲ λαοπλάνων φάσμασι δαιμόνων, οὐδ᾿ ἀπάταις καὶ λήροις ἀθέων ἀνδρῶν, αὐτῷ δὲ τὰ χαριστήρια τῷ τετιμηκότι, συνῃσθημένος τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν, ἀποδίδωσιν, οὐ κατὰ τοὺς παλαιοὺς αἵμασι καὶ λύθροις τοὺς βασιλικοὺς οἴκους μιαίνων, οὐδὲ καπνῷ καὶ πυρὶ ζώων τε ὁλοκαύτων θυσίαις χθονίους δαίμονας ἀπομειλισςόμενος, τὴν δ’ αὐτῷ τῷ βασιλεῖ τῶν ὅλων προσφιλῆ καὶ χαρίεσσαν θυςίαν, αὐτὴν δηλαδὴ τὴν αὐτοῦ βασιλικὴν ψυχὴν καὶ ηνὴς αὐτῷ μόνη, ἣν δὴ βασιλεὺς ὁ ἡμεδαπὸς καλλιερεῖν ἀπύροις καὶ ἀναίμοις τοῖς κατὰ διάνοιαν κεκαθαρμένοις λογισμοῖς δεδίδακται, ψυχῆς μὲν ἀδιαψεύστοις δόγμασι τὰ τῆς εὐσεβείας κρατύνων, λόγῳ δὲ μεγαλοπρεπεῖ γεραίρων τὴν θεολογίαν, πράξεσί τε βασιλικαῖς τὴν τοῦ κρείττονος ζηλῶν φιλανθρωπίαν, ολος τε ἀνακείμενος αὐτῷ καὶ μέγα δῶρον ἀνατιθεὶς αὐτὸς ἑαυτὸν οὗ πεπίστευται κόσμου τὸ ἀκροθίνιον· τοῦτο δὴ μέγιστον ἱερεῖον πρὸ τῶν ἁπάντων καλλιερεῖ βασιλεύς, θύει δ’ ἅτε ποιμὴν ἀγαθός Ἀρνῶν πρωτογόνων ῥέζων κλειτὰς ἑκατόμβας, τῶν ὑπ’ αὐτῷ ποιμαινομένων λογικῶν θρεμμάτων τὰς ψυχὰς τῇ αὐτοῦ γνώσει καὶ εὐσεβείᾳ προσάγων.