Ancient Greek · ~2 min
3 to 4
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 3-4
Not analysed yet
θείων γάρ τοι καὶ ἀνθρωπείων δορίας οὔσης ἐν Βασιλέως ψυχῇ, καὶ τῶν μὲν εἰς θεὸν τῶν δ’ εἰς ἀνθρώπους τεινόντων, τοῖς μὲν ἐκτὸς περιβόλων ἱερῶν ἑστῶσιν οἵπερ δὴ ἐπιτήδειοι τὰ ἀνθρώπεια διακονείσθων, σεμνὰ μὲν ὅμως καὶ ἡπερξυῆ βιωφελῆ τε καὶ ταῦτα· πάντα γὰρ τὰ βασιλέως καλά, πλὴν ἔτι λειπόμενα τῶν θειοτέρων. οἱ δ’ ἀνακτόρων ἁγίων εἴσω ἀδύτων τε καὶ ἀβάτων μυχῶν ἐντὸς διαβεβηκότες, θύρας βεβήλοις ἀκοαῖς ἀποκλείσαντες, τὰς ἀπορρήτους βασιλέως μυήσεις τοῖς τούτων μύσταις διηγείσθων μόνοις, οἱδὲ τὰ ὦτα νάμασιν εὐσεβείας καθηράμενοι ψυχῆς τε αὐτῆς μεταρσίῳ πρερῷ τὸ νοερὸν ἐπερείσαντες ἀμφὶ τὸν πάντων βασιλέα χορευόντων, σιγῇ τὰ θεῖα τελούμενοι.