Ancient Greek · ~2 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 3.2
Not analysed yet
πρῶτόνγε τοῦ πατρὸς τὸν ὁμώνυμον κατὰ τὴν πρώτην τῆς βασιλικῆς περιόδου δεκάδα τοῦ βασιλικοῦ κοινωνὸν ἀπέφηνε κλήρου, δεύτερον δ’ ἐπὶ τῇ δευτέρᾳ δεκάδι τὸν ἐφεξῆς τῷ χρόνῳ, τὸν τρίτον ὡσαύτως ἐπὶ τῇ τρίτῃ τῆς μετὰ χεῖρας ἑρτῆς δεκάδι. ἤδη δὲ καὶ τετάρτης ἀνακυκλουμένης περιόδου, ὡς ἂν τῶν χρόνων εἰς μῆκος ἐκτεινομένων, συναύξων τὴν βασιλείαν ἀφθόνῳ κοινωνίᾳ τοῦ γένους καιςάρων τε ἀναδείξεσι θείων προφητῶν ἀποπληροῖ θεσπίσματα, ἃ δὴ πάλαι καὶ πρόπαλαι ὧδέ πη ἐβόα· „καὶ διαλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου. “