Ancient Greek · ~1 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 3.3
Not analysed yet
οὕτω δῆτα χρόνων ἅμα καὶ παίδων αὐξήσεις βασιλεῖ τῷ θεοφιλεστάτῳ θεὸς αὐτὸς ὁ παμβασιλεὺς δωρούμενος, ἀκμάζουσαν αὐτῷ καὶ νεαρὰν τὴν κατὰ τῶν ἐπὶ γῆς ἐθνῶν ἡγεμονίαν ὥσπερ ἄρτι φύειν ἀρχομένην καθίστησιν, αὐτός τε αὐτῷ συντελεῖ τὴν πανήγυριν, νικητὴν αὐτὸν καθιστὰς ἐχθρῶν ἁπάντων καὶ πολεμίων εὐσεβείας τε ἀληθοῦς ὑπόδειγμα τοῖς ἐπὶ γῆς ἅπασιν ἀποφαίνων.