Ancient Greek · ~4 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 6.2
Not analysed yet
τῶν δ᾿ ἐπὶ γῆς θεογνωςίας ἄνθεσι φαιδρυνομένων, οὐκ ἀπὸ σκοποῦ ἂν εἴη καὶ τὰς ἐν οὐρανῷ χορείας φύσεως νόμοις ἑλκομένας τοῖς ἐπὶ γῆς συγχαίρειν, αὐτόν τε τὸν ἐπὶ πάντων βασιλέα πατρὸς ἀγαθοῦ δίκην ἐφ᾿ υἱοῖς ἀγαθοῖς θεοσεβοῦσιν εὐφραίνεσθαι, καὶ ταύτῃ μάλιστα τὸν καθηγεμόνα καὶ τῶν ἀγαθῶν αἴτιον πολυχρονίοις γεραίρειν τιμαῖς, ὡς μὴ ἀπαρκεῖν τρεῖς ἐν δεκάσι περιόδους τῇ βασιλείᾳ, νέμειν δὲ αὐτὴν ἐπὶ μήκιστον κὰι εἰς μακρὸν παραπέμπειν αἰῶνα. 3 αἰὼν δ᾿ ὁ σύμπας ἀγήρως καὶ ἀτελεύτητος οὔτ᾿ ἀρχὴν οὔτε περιγραφὴν θνητῶν λογισμοῖς πεφυκὼς ὁρᾶσθαι, ἀλλ᾿ οὐδ᾿ ἐκ μέσου κέντρου λαμβάνεσθαι οὐδὲ τὸ νῦν αὐτοῦ λεγόμνον ἐφιεὶς τοῖς ἐθέλουσι περιδράττεσθαι, μήτι γε τὸ μέλλον ἢ τὸ παρῳχηκὸς τοῦ χρόνου· τὸ μὲν γὰρ οὐκ ἔστιν ὁ δὴ παρῆλθεν, τὸ δὲ μέλλον οὔπω πάρεστιν, διὸ οὐδ᾿ ἔστιν, τὸ δέ γε νῦν αὐτοῦ λεγόμενον ἅμα νοήματι καὶ φωνῇ λόγου θᾶττον διαδιδράσκει. οὐκ ἔστιν δ᾿ ὅλως αὐτοῦ ἐπιλαβέσθαι ὡς ἑστῶτος. ἢ γὰρ μέλλοντα προσδοκᾶν ἢ παρελθόντα συνορᾶν ἀνάγκη· ἅμα γὰρ ἐννοίᾳ διολισθάνων φεύγει. οὕτως ὁ σύμπας αἰὼν οὐ φέρει θνητῶν λογισμοῖς καθυποτάττεσθαι, ἀλλ᾿ ἀναίνεται τὴν παρὰ τούτοις δουλείαν.