Ancient Greek · ~3 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 6.4
Not analysed yet
τὸν δ᾿ αὐτοῦ βασιλέα καὶ δεσπότην ὁμολογεῖν οὐ παραιτεῖται, φέρει δ᾿ αὐτὸν ἐπὶ νώτων ὀχούμενον, ἐναβρυνόμενος τοῖς ἐξ αὐτοῦ καλλωπίσμασιν. ὁ δὲ ἄνωθεν αὐτὸν ἡνιοχῶν, οὐ σειρῇ χρυςῇ κατὰ τὸ ποιητικὸν ἐνδηςάμενος, σοφίας δ᾿ ἀρρήτου δεσμοῖς ὥσπερ τιςὶν ἡνίαις χαλινώσας, μῆνας ἐν αὐτῷ καὶ χρόνους, καιρούς τε καὶ ἐνιαυτούς, νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖα διαστήματα σὺν ἁρμονίᾳ τῇ πάσῃ κατεβάλετο, ποικίλοις αὐτὸν ὅροις καὶ μέτροις περιδήσας. ὁ μὲν γὰρ εὐθυτενὴς ὢν καὶ εἰς ἄπειρον ἐκτεινόμενος, τήν τε τοῦ αἰῶνος ἐπηγορίαν ὥσπερ ἀεὶ ὤν εἰληφώς, αὐτός τε αὐτοῦ ὢν τοῖς μέρεσιν ἐμφερής, μᾶλλον δὲ ἀμερὴς ὤν καὶ ἀδιάστος, εἰς μόνην εὐθεῖαν μηκυνόμενος αὔξει· ὁ δὲ μέσοις αὐτὸν διαλαβὼν τμήμασι καὶ ὥσπερ εὐθεῖαν γραμμὴν εἰς μῆκος τεταμένην διελὼν κέντροις πολὺ πλῆθος ἐν αὐτῷ κατεβάλετο, ἕνα τε ὄντα καὶ μονάδι παρεικασμένον παντοίοις κατεδήσατο ἀριθμοῖς, πολύμορφον ἐξ ἀμόρφου τὴν ἐν αὐτῷ ποικιλίαν ὑποστηςάμενος.