Ancient Greek · ~4 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 6.9
Not analysed yet
ἐνθένδε δὴ ἐν τῷ τοῦ παντὸς ἐνιαυτοῦ κύκλῳ τοιαῖσδε σοφίας ἡνίαις ὁ μέγας βασιλεὺς ὁ μέγας βασιλεὺς ὧδε περιδηςάμενος τὸν αὐτοῦ αἰῶνα, ὑπὸ μείονι φέρεσθαι διετάξατο κυβερνήτῃ, τῷ αὐτοῦ μονογενεῖ λόγῳ, τῷ δὴ κοινῷ τῶν ὅλων σωτῆρι, τὰς τοῦ παντὸς παραδοὺς ἡνίας. ὁ δ᾿ οἷα παρὰ πατρὸς ἀγαθοῦ τὸν κλῆρον ὑποδεδεγμένος, ὁμοῦ τε πάντα ὅσα κύτος οὐρανοῦ εἴσω τε καὶ ἐκτὸς αὐτοῦ περιλαβὼν ἔχει μιᾷ συνδηςάμενος ἁρμονίᾳ, εὐθείᾳ περαίνει, σὺν δίκῃ τὰ πρόσφορα τοῖς κατὰ γῆν αὐτοῦ λογικοῖς θρέμμασιν ἐπισκοπούμενος. μέτρα τε ζωῆς τοῖς τὸν θνητὸν διανύουσι βίον διαθεσμοθετήσας, πρεμμελετᾶν ἐν τῷ δε τὰ προοίμια τῆς ὑπὲρ τὸν νῦν αἰῶνα ζωῆς ἅπασιν ἀνθρώποις συγκεχώρηκεν· εἶναι γάρ, εἶναι καὶ ὑπὲρ τὸν παρόντα αἰῶνα θείαν καὶ μακαρίαν ζωήν, ἥν τοῖς εὖ διηγωνισμένοις ἐν ἀγαθῶν ἐλπίσι τεταμιεῦσθαι ἐδίδαξεν, καὶ ἐν . . τοῖς μὲν σωφρόνως καὶ εὐσεβῶς βεβιωκόσιν τὴν ἐνθένδε ἐπὶ τὰ κρείττω μετάβαςίν τε καὶ μετοικίαν γενήσεσθαι, τοῖς δὲ ἐληλεγμένοις ἐν τῷδε χῶρον ἀπονεῖμαι τὸν προςήκοντα.