Ancient Greek · ~2 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 6.8
Not analysed yet
ἀλλὰ γὰρ ἐπὶ τούτοις ἅπασιν ὁ κοσμοποιὸς τέτταρσιν ἐνιαυτοῦ τροπαῖς τὸν ἄτρετον αἰῶνα περιεζώννυ, χειμερίους μὲν ὥρας ἔαρι περιγράψας, ἔαρ δέ, ἐνιαυςίων ὡρῶν ἀρχήν, ἰσορρόποις ταλαντεύσας ζυγοῖς, κἄπειτα ἔαρος πολυκαρπίᾳ τὰον σύμπαντα στεφανώσας αἰῶνα, θέρους ἀκμῇ τοῦτον μεταπαραδέδωκεν, εἶθ᾿ οἷα καμάτου διαναπαύσας ἀνεκτήσατο μετοπωρινῷ διαστήματι, ὑγραῖς τ᾿ αὐτὸν ὄμβρων χειμερίων φοραῖς ὥσπερ τινὰ βασιλικὸν ἀποσμήχων ἵππον καὶ τοῖς ἐξ αὐτοῦ νάμασι λαμπρὸν ἀπεργαζόμενος ,τοῖς τ᾿ ἐξ ὑετῶν αὐτάρκως πιάνας ἀρδεύμασιν, αὖθις αὐτὸν ἔαρος ἐν προθύροις ἵστησι .