Ancient Greek · ~2 min
Chapter 7
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 7.10
Not analysed yet
ἀλλ’ οὐκ ἦν ἀλόγου θρέμματος ἡ σπουδὴ τῷ μεγάλῳ βασιλεῖ, τὸ δὲ πᾶν αὐτῷ τῆς οἰκείας στρατιᾶς καὶ τῶν δι’ αὐτὸν πολεμουμένων χάριν ἐσπουδάζετο. ὧς τοὺς ἀγῶνας καὶ τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἀποδεξάμενος, τοὺς μὲν τὴν πρὸς αὐτὸν στειλαμένους πορείαν τοῖς παρ’ αὐτῷ νικητηρίοις τιμήσας ταῖς κατ’ οὐρανὸν ἀγγελικαῖς ἐν; ργραφεν χορείαις, τοὺς δ’ ἐπὶ γῆν ἐφύλαττεν, εὐσεβείας ζώπυρα σπέρματα τοῖς ὀψιγόνοις, θεατὰς ἅμα τῆς κατὰ τῶν ἀσεβῶν δίκης καὶ τῆς τῶν πεπραγμένων ἱστορίας ἐξηγητὰς γενησομένους.