Ancient Greek · ~4 min
Chapter 7
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 7.8
Not analysed yet
ἀλλ’ οἱ μὲν τοῦ μεγάλου βασιλέως πρόμαχοι τῆς πολυθέου στρατιᾶς ὧδέ πη τοὺς ἄθλους ψυχῆς ἐρρωμένῳ λογισμῷ κατηγωνίζοντο· οἱ δ’ ἐχθροὶ τῷ θεῷ καὶ τῆς ἀνθρώπων πολέμιοι σωτηρίας, πάντων ἀνημέρων βαρβάρων χείρους, τοιαύταις ἔχαιρον ἀνθρωπίνων αἱμάτων σπονδαῖς· οἵ τ’ αὖ τούτων ὑπηρέται τοιαύτας αὐτοῖς προπόσεις ἐξ ἀδίκου μιαιφονίας προὔπινον, πικρὰν ταύτην καὶ δυσσεβῆ πανδαιςίαν ἐπ’ ὀλέθρῳ τοῦ κοινοῦ γένους αὐτοῖς παρασκευάζοντες. 9 τούτων δ’ ὧδε ἐχόντων τί ἐχρῆν τὸν τῶν καταπονοτυμένων βασιλέα διαπράξασθαι; ἆρά γε τὴν τῶν φιλτάτων ἀντιπαρελθεῖν σωτηρίαν καὶ παριδεῖν οὕτω τοὺς οἰκείους πολιορκουμένους; ἀλλ’ οὔτε κυβερβήτης οὕτω ποτ’ ἄν λεχθείη σοφός, εἰ κατὰ βυθῶν αὔτανδρον τὸ σκάφος ἐκδώσει, μηδὲν παρ’ ἑαυτοῦ πρὸς τὴν τῶν ἐμπλεόντων σωτηρίαν ποριςάμενος, οὔτε στρατηγὸς οὕτω ποτ’ ἄν γένοιτο ἀφειδής, ὡς τοὺς αὐτοῦ γνωρίμους ἀτιμωρητὶ τοῖς ἐχθροῖς παραχωρῆσαι· ἀλλ’ οὐδὲ ποιμὴν ἀγαθὸς τῆς αὐτοῦ ποίμνης τὸ πεπλαβνημένον ἀπαθῶς παρίδοι ἄν θρέμμα, ἀλλὰ τὰ μὲν εὖ ἔχοντα αὐτῷ ἐν ἀσφαλεῖ κείμενα καταλείψει, τῆς δὲ τοῦ πεπλανημένου χάριν σω- τηρίας πᾶν ὁτιοῦν ἄν πάθοι, εἰ καὶ πρὸς θῆρας ἀγρίους συμπλακῆναι δέοι.