Ancient Greek · ~2 min
Chapter 7
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 7.12
Not analysed yet
καὶ τοῦθ’ ὁ μένας φασιλεὺς οὐρανόθεν ἐνήργει, ὁπλίτην ἄμαχον τὸν αὐτοῦ θεράποντα προστηςάμενος (χαίρει γὰρ ὧδε προσφωνούμενος εὐσεβείας ὑπερβολῇ βασιλεύς)· ὅν δὴ νικητὴν παντὸς τοῦ τῶν πολεμίων ἀπέφηνε γένους, ἕνα κατὰ πολλῶν ἐγείρας. οἱ μὲν γὰρ ἦσαν μυρίοι πολλοί τε, πολλῶν ἅτε φίλοι δαιμόνων, μᾶλλον δ’ οὐδένες ἦσαν, ὅθεν οὐδ’ εἰσίν, ὁ δ’ ἐξ ἑνὸς εἷς βασιλεύς, εἰκὼν ἑνὸς τοῦ παμβασιλέως, καὶ οἱ μὲν ἀθέῳ ψυχῇ τοὺς εὐσεβεῖς ἄνδρας μιαιφόνοις ἀνῄρουν σφαγαῖς, ὁ δὲ τὸν αὐτοῦ σωτῆρα μιμούμενος καὶ μόνον σώζειν εἰδὼς καὶ τοὺς ἀθέους ἔσωζεν εὐσεβεῖν διδάσκων.