Ancient Greek · ~2 min
Chapter 7
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 7.13
Not analysed yet
εἶθ’ οἷα νικητὴς ἀληθῶς τὸ διττὸν ἐκεῖνο βάρβαρον ἐνίκα γένος, ἀνδρῶν μὲν τὰ ἀνήμερα φῦλα λογικαῖς ἐξημερῶν πρεσβείαις καὶ τοὺς κρείττονας εἰδέναι καὶ μὴ ἀγνοεῖν ἐπαναγκάζων, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νομιμὸν μεθαρμοζόμενος, τὸ δ΄ ἀπηνὲς καὶ ἀπηγριωμένον τῆς ἀφανοῦς δαιμόνων φύσεως ἔργοις αὐτοῖς ἀπελέγχων ὑπὸ τοῦ κρείτττονος δπάλαι νενικημένον. ὁ μὲν γὰρ κοινὸς τῶν ὅλων σωτὴρ τοὺς ἀφανεῖς ἀφανῶς ἠμέυνατο, ὁ δ’ οἷα μεγάλου βασιλέως ὕπαρχος τοῖς νενικημένοις ἐπεξῄει, τοὺς πάλαι νεκροὺς καὶ ἀπολωλότας σκυλεύων καὶ τὰ λάφυρα διανέμων ἀφθόνως τοῖς τοῦ νικητοῦ στρατιώταις.