Ancient Greek · ~2 min
Chapter 7
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 7.2
Not analysed yet
εἶθ’ οἱ μὲν ὁρατοὶ βάρβαροι, νομάδες τινὲς ἄγριοι θηρῶν οὐδὲν διαφέροντες, ἐπὶ τὰς ἡμέρους τῶν ἀνθρώπων ἐφοίτων ἀγέλας, χώρας δῃοῦντες, πόλεις ἐξανδραποδιζόμενοι, λύκων ἀπηνῶν δίκην ἐκ τῆς ἐρήμης τοῖς κατὰ πόλιν ἐπιόντες, κἄπειτα λυμαινόμενοι ὅσοις ἄν δύναιντο οἱ δ’ ἀφανεῖς ἐχθροί, ψυχοφθόροι δαίμονες, οἹ δὴ βαρβάρων ἁπάντων ἀπηνέστεροι, ἀμφὶ τὸν ἀέρα τόνδε ποτώμενοι πᾶν τὸ θνητὸν γένος μηχαναῖς πολυθέου κακίας ἐξηνδραποδίζοντο, ὡς μηκέτ’ αὐτοῖς εἶναι θεὸν τὸν ἀληθῆ θεὸν ἀλλά τινα πολὺν καὶ ἄθεον πλάνον· τοὺς γὰρ μηδαμῆ μηδαμῶς ὄντας οὐκ οἶδ’ ὁπόθεν παραγαγόντες, τὸν ὄντα καὶ μόνον ἀληθῶς ὄντα ὡς οὐκ ὄντα πάρεργον ἐποιήσαντο.