Ancient Greek · ~4 min
Chapter 7
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 7.3
Not analysed yet
ἔνθεν αὐτοῖς ἡ τῶν σωμέτων γένεσις ἐνομίσθη θεός, καὶ πάλιν ἄλλος ἐναντίος τούτῳ θεός, ἡ τῶν αὐτῶν διαφθορὰ τε καὶ λύσις. ἀλλ’ ὁ μὲν πρῶτος αὐτοῖς ὡς ἄν γενέσεως ἀρχηγὸς Ἀφροδίτης ὀργίοις ἐτιμᾶτο, ὁ δὲ δεύτερος ὡς ἄν πολὺς καὶ τοῦ θνητοῦ κατισχύων γένους Πλούτων καὶ Θάνατος ὠνομάζετο. ὡς γὰρ μὴ ἑτέραν ἤ τὴν διὰ γενέσεως ζωὴν εἰδότες οἱ τότ’ ἄνθρωποι τὴν ταύτης αἰτίαν θεὸν εἶναι ἀπέφαινον· καὶ ὡς μηκέτ’ ὄντες μετὰ θάνατον νικητὴν ἁπάντων καὶ μέγαν θεὸν τὸν Θάνατον ἀνηγόρευον· εἶθ’ ὡς εὐθύναις οὐθαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν τὰ μυρίων θανάτων ἄξια δρῶντες διῆγον, βίον τε ἔζων ἀβίωτον, οὐ θεὸν ἐν νῷ λαμβάνοντες, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐ τῆς σφῶν κατὰ ψυχὴν οὐσίας τὴν μνήμην ἀναζωπυροῦντες, ἑνὶ δὲ δεινῷ προστάτῃ τῷ Θανάτῳ χρώμενοι, καὶ τὴν ἐκ τούτου τῶν σωμάτων φθορὰν λύσιν τοῦ παντὸς ἑαυτοὺς εἶναι πείσαντες, μέγαν θεὸν καὶ πλούσιον, παρὸ καὶ Πλούτωνα, τὸν Θάνατον ἀνηγόρευον. καὶ Θάνατος ἦν αὐτοῖς θεὸς οὐ μόνος, ἀλλὰ καὶ τὰ πρὸ τούτοτυ τίμια, τὰ δὴ πρὸς ἡδυπαθῆ ζωὴν αὐτοῖς συμβαλλόμενα.