Ancient Greek · ~2 min
Chapter 9
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 9.15
Not analysed yet
πάντων δ' ἐξαίρετα δύο τμήματα τῆς ἑῴας ἀπολαβών, τὸ μὲν ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὡς ἂν ἐνθένδε τοῦ ζωοποιοῦ νάματος πηγῆς δίκην ἀνομβρήσαντος εἰς πάντας, τὸ δ’ ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως ἣ τὴν ἐπώνυμον Ἀντιόχου κοσμεῖ προσηγορίαν. τῇδε μὲν ὥσπερ έν κεφαλῇ τῶν τῇδε ἐθνῶν ἀπάντων θεῖόν τι καὶ μονογενὲς χρῆμα μεγέθους ἕνεκα καὶ καλλονῆς ἀφιέρου· μακροῖς ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαμβάνων, εἴσω δὲ τὸ ἀνάκτορον εἰς ἀμήχανον ἐπαίρων ὕφος, ἐν ὀκταέδρου μὲν σχήματι κατεποίκιλλεν, οἴκοις δὲ τοῦτο πλείοσιν ἐξέδραις τε ἐν κύκλῳ περιστοιχισάμενος, παντοίοις ἐστεφάνου κάλλεσιν.