Ancient Greek
9.16 to 9.18
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 9.16-18
Not analysed yet
τάδε μὲν οὖν ὡδε συνετελεῖτο, τὰ δ' ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους τῆς Ἑβραίων βασιλικῆς ἑστίας ἐν μέσῳ κατ' αὐτὸ δὴ τὸ σωτήριον μαρτύριον οἶκον εὐκτήριον παμμεγέθη νεών τε ἅγιον τῷ σωτηρίῳ σημείῳ πλουσίαις καὶ δαψιλέσι κατεκόσμει φιλοτιμίαις, μνῆμά τε μνήμης αἰωνίου γέμον αὐτό τε τοῦ μεγάλου σωτῆρος τὰ κατὰ τοῦ θανάτου τρόπαια λόγου παντὸς κρείττοσιν ἐτίμα καλλωπίσμασιν. τρεῖς δ' ἀπολαβὼν ἐν τῇδε χώρας τρισὶν ἄντροις μυοτικοῖς τετιμημένας, πλουσίαις ταύτας οἰκοδομαῖς ἐκόσμει, τῷ μὲν τῆς πρώτης ἄντρῳ τὰ τῆς καταλλήλου νέμων τιμῆς, τῷ δὲ τῆς ὑστάτης ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων, τῷ δὲ μέσῳ τοῦ παντὸς ἀγῶνος τὰς σωτηρίους ἀνυψῶν νίκας. ταῦτα δὴ πάντα βασιλεὺς ἐκόσμει τὸ σωτήριον εἰς ἅπαντας ἀνακηρύττων σημεῖον· τὸ δὲ τῆς εὐσεβείας αὐτῷ τὰ ἀμοιβαῖα δωρούμενον οἶκον ἅπαντα καὶ γένος αὔξει, θρόνον τε βασιλείας μακραῖς ἐτῶν περίοδοις κρατύνει, παισὶν ἀγαθοῖς καὶ αὐτοῦ γένει διαδοχαῖς τε τούτων τοὺς τῆς ἀρετῆς καρποὺς ταμιευόμενον.