Ancient Greek
Chapter 9
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 9.19
Not analysed yet
καὶ δὴ τοῦτ' ἦν τὸ φέριστον τῆς τοῦ τιμωμένου δυνάμεως δεῖγμα, ὅτι δὴ δικαιοσύνης ἐξ ἴσου νέμων τὰ τάλαντα τὴν κατ’ ἀξίαν ἀμοιβὴν ἑκατέρῳ τάγματι προσῆγεν. διὸ τοῖς μὲν τοὺς εὐκτηρίους οἴκους πολιορκήσασι παρὰ πόδας εἵπετο τἀπίχειρα τῆς δυσσεβείας, ἄρριζοί τε καὶ ἄοικοι ἀνέστιοί τε καὶ ἀφανεῖς καθίσταντο παραχρῆμα· ὁ δὲ τὸν αὐτοῦ δεσπότην παντοίοις τρόποις εὐσεβείας τιμῶν, καὶ τοτὲ μὲν οἴκους αὐτῷ βασιλικοὺς ἀνυψῶν, τοτὲ δὲ τοῖς ἁπανταχοῦ γῆς ἀφιερώμασι τοῖς ἀρχομένοις ἀναφαίνων, εἰκότως αὐτὸν οἴκου, βασιλείας καὶ γένους σωτῆρα καὶ φρουρὸν εὕρατο. ὡδε θεοῦ κατεφαίνοντο πράξεις δἰ ἐνθέου ἀρετῆς τοῦ σωτηρίου σημείου,