Ancient Greek
Chapter 13
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 13.8
Not analysed yet
καταπλαγῆναί ποτε αὐτὸς ὁμολογῶ, πρῶτον τὸν ἄνδρα θεασάμενος μέσον ἱκανοῦ πλήθους ἐκκλησίας ἑστῶτα καί τινα μέρη θείας γραφῆς διεξιόντα. ἕως μὲν γὰρ φωνῆς αὐτὸ μόνον ἐπακροᾶσθαί μοι παρῆν, ἀναγινώσκειν, οἷα δὴ ἔθος ἐν ταῖς συνόδοις, τινὰ ἡγούμην, ὡς δὲ ἄγχιστα γενόμενος τὸ πραττόμενον συνσεῖδον, τοὺς μὲν ἄλλους ἅπαντας ὑγιέσιν ὀφθαλμοῖς ἐν κύκλῳ περιεστῶτας, τοῦτον δὲ μόνοις τοῖς τῆς διανοίας χρώμενον, καὶ ἀτεχνῶς οἷά τινα προφήτην ἀποφθεγγόμενον, παρὰ πολύ τε πλεονεκτοῦντα τοὺς τὸ σῶμα ἐρρωμένους, οὐδ’ ὁπωσοῦν δοξάζειν τὸν θεὸν καὶ ἀποθαυμάζειν οἷός τε ἦν, σαφές τε πεῖσμα καὶ βέβαιον αὐτοῖς ἔργοις ἐδόκουν μοι ὁρᾶν, ὅτι δὴ μόνος κατ’ ἀλήθειαν οὐχ ὁ ἐν τῷ προφανεῖ σώματι νενομισμένος πέφυκεν ἄνθρωπος, ἀλλ’ ὁ κατὰ ψυχὴν καὶ διάνοιαν, ὃς καὶ τοῦ σώματος λελωβημένου μείζονα τὴν ἀρετὴν τῆς καθ’ αὑτὸν δυνάμεως ἐπεδείκνυτο.