Ancient Greek
13.9 to 13.10
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 13.9-10
Not analysed yet
ἀλλὰ γὰρ τοὺς δεδηλωμένους κατὰ τὸν ἀποκριθέντα τόπον διατρίβοντας, τά τε συνήθη έν ἀσιτίαις καὶ προσευχαῖς καὶ ταῖς λοιπαῖς ἀποτελοῦντας ἀσκήσεσι, θεὸς μὲν αὐτὸς τῆς σωτηρίου τελειώσεως τυχεῖν ἠξίου, δεξιὰν αὐτοῖς ἐπήκοον παρέχων, ὁ δὲ πολέμιος ἐχθρὸς, ἄτε σχολαίτατα κατ’ αὐτοῦ διὰ τῶν πρὸς θεὸν εὐχῶν ὁπλιζομένους μηκέθ’ οἷός τε φέρειν, κτείνειν καὶ μεταίρειν ἀπὸ γῆς ὡσὰν ἐνόμιζεν ἐνοχλοῦντας· θεὸς δὲ αὐτῷ καὶ τοῦτο πράττειν ἐγχειροῦντι συνεχώρει, ὡς ὁμοῦ τε αὐτὸς τῆς αὐτοῦ κατὰ προαίρεσιν μὴ εἴργοιτο πονηρίας ἐκεῖνοί τε τῶν πολυτρόπων ἀγώνων ἤδη ποτὲ ἀπολάβοιεν τὰ βραβεῖα. ταύτῃ οὖν ἑνὸς δέοντες τὸν ἀριθμὸν τεσσαράκοντα νεύματι τοῦ παναγεστάτου Μαξιμίνου ἐν ἡμέρᾳ μιᾷ τὰς κεφαλὰς ἀποτέμνονται.