Ancient Greek
4.12 to 4.14
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 4.12-14
Not analysed yet
ἀλλὰ γὰρ μηδὲ πρὸς τὰ τοσαῦτα ἐνδιδόντος, λίνοις ἐλαίῳ δεδευμένοις τὼ πόδε αὐτοῦ καλύψαντες πῦρ ὑφῆπτον ἐκ προστάξεως οἱ βασανισταὶ, ἐφ᾿ οἷς ὁποίας ἤνεγκεν ὁ μακάριος ἀλγηδόνας πάντα λόγον ὑπεραίρειν μοι δοκῶ. κα- θίκετο γοῦν αὐτοῦ διατῆξαν τὰς σάρκας καὶ τῶν ὅστ’ ἔων τὸ πῦρ, ὡς κηροῦ δίκην λείβεσθαι καὶ ἀποστάζειν ἐκτηκομένην τὴν ἰκμάδα τοῦ σώματος. ἀλλὰ γὰρ οὐδὲ πρὸς ταῦτα ἐνδοὺς, ἡττημένων ἤδη καὶ μόνον οὐκ ἀπειρηκότων πρὸς τὴν ὑπὲρ ἄνθρωπον καρτερίαν αὐτοῦ τῶν ἀντιπάλων, δεσμοῖς εἴρυνυται, τριταῖός τε αὖ προσαχθεὶς τῷ δικαστῇ καὶ τὴν αὐτὴν ὁμολογήσας πρόθεσιν, καίτοιγε λοιπὸν ἡμιθνὴς ὑπάρχων, ὑποβρύχιος θαλάττῃ παραδίδοται. τὰ δ’ ἐπὶ τούτοις παραχρῆμα γενόμενα ῥηθέντα μὲν οὐκ ἀπεικὸς παρὰ τοῖς μὴ ὄψει παρειληφόσιν ἀπιστηθήσεσθαι, ἡμὰς δ’ οὖν καίπερ τοῦτ’ ἀκριβῶς εἰδότας οὐχ αἱρεῖ λόγος μὴ οὐχὶ ἐκ παντὸς παραδοῦναι τῷ λόγῳ τὴν ἱστορίαν, τῷ καὶ μάρτυρας εἶναι τοῦ γεγενημένου ἁπλῶς εἰπεῖν ἅπαντας τοὺς τὴν Καισάρειαν οἰκοῦντας. οὐδεμία γοῦν ἡλικία τῆς παραδόξου ταύτης ἀπελείφθη θέας.