Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 4.15
Not analysed yet
αὐτίκα γοῦν ὡς ἐδόκει μάλιστα κατὰ μέσου πελάγους ἐν ἀπείροις βυθοῖς τὸν ἱερὸν ὄντως ἐκεῖνον καὶ τρισμακάριον ἐμβαλεῖν, κλόνος ἀθρόως οὐχ ὁ τυχὼν καὶ βρασμὸς αὐτήν τε τὴν θάλασσαν καὶ τὸ περιέχον ἅπαν διαχεῖ, ὡς καὶ τὴν γῆν καὶ τὴν πόλιν ἅπασαν πρὸς τοῦ γενομένου σεισθῆναι. ἅμα δὲ τῷ παραδόξῳ τούτῳ καὶ ἀθρόῳ σεισμῷ τοῦ θείου μάρτυρος τὸν νεκρὸν ἡ θάλαττα, ὥσπερ μὴ οἵα τε οὖσα φέρειν αὐτὸν, πρὸ τῶν τῆς πόλεως ἐκβράσσει πυλῶν. καὶ τοιαῦτα μὲν ἦν τὰ κατὰ τὸν θεσπέσιον Ἀπφιανὸν, Ξανθικοῦ μηνὸς δευτέρᾳ, ἥτις ἂν εἴη πρὸ τεσσάρων Νώνων Ἀπριλλίων, ἡμέρᾳ παρασκευῆς τελειωθέντα.