Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 4.8
Not analysed yet
δευτέρας γάρ τοι καθ’ ἡμῶν γενομένης ἐπαναστάσεως ὑπὸ Μαξιμίνου, τρίτῳ τοῦ καθ’ ἡμᾶς ἔτει διωγμοῦ, γραμμάτων τε τοῦ τυράννου τοῦτο πρῶτον διαπεφοιτηκότων, ὡς ἂν πανδημεὶ πάντες ἁπαξαπλῶς μετ’ ἐπιμελείας καὶ σπουδῆς τῶν κατὰ πόλεις ἀρχόντων θύοιεν, κηρύκων τε καθ’ ὅλης τῆς Καισαρέων πόλεως ἄνδρας ἅμα γυναιξὶ καὶ τέκνοις ἐπὶ τοὺς τῶν εἰδώλων οἴκους ἐξ ἡγεμονικοῦ κελεύσματος ἀναβοωμένων, καὶ πρὸς τούτοις ὀνομαστὶ χιλιάρχων ἀπὸ γραφῆς ἕκαστον ἀνακαλουμένων, ἀφάτῳ τε κλύδωνι κακῶν τῶν πανταχόσε συγκεχυμένων, ἀφόβως ὁ δεδηλωμένος, μηδενὸς ἐπὶ τῷ πραχθησομένῳ συνειδότος αὐτῷ, ἡμᾶς τε, οἱ κατ’ οἶκον αὐτῷ συνῆμεν, καὶ ἔτι πᾶν τὸ περὶ τὸν ἡγεμόνα στρατιωτικὸν στῖφος ὑποκλέψας, σπένδοντι τῷ Οὐρβανῷ πρόσεισι, καὶ τῆς δεξιᾶς ἀκαταπλήκτως αὐτὸν λαβόμενος κατέπαυσε μὲν παραχρῆμα τοῦ θύειν, εὖ μάλα δὲ συμβουλευτικῶς μετά τινος θείου παραστήματος παρῄνει] παύσασθαι τῆς πλάνης· μὴ γὰρ ἔχειν καταλιπόντας τὸν ἕνα καὶ μόνον ἀληθῆ θεὸν εἰδώλοις καὶ δαίμοσι θύειν.