Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 4.9
Not analysed yet
τοῦτο δ᾿, ὡς ἔοικεν, ἐνεχειρεῖτο τῷ μειρακίῳ, τῆς ἐπὶ τοῦτ᾿ αὐτὸν προαγούσης ἐνθέου δυνάμεως μονονουχὶ διὰ τοῦ γενομένου βοώσης ὡς ἄρα τοσοῦτον ἀποδέοιεν Χριστιανοὶ, οἵ γε ὄντως τοιοῦτοι, ἧς ἅπαξ ἠξιώθησαν εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας μεταβάλλεσθαι ὡς μὴ μόνον ὑπεράνω καθίστασθαι τῶν ἀπειλῶν καὶ τῶν ἐπὶ ταύταις κολαστηρίων, παρρησιάζεσθαι δ᾿ εἰσέτι μᾶλλον, εὐγενεῖ τε καὶ ἀτρόμῳ γλώττῃ ἐλευθεροστομεῖν, καὶ, εἰ οἷόν τε, καὶ τοὺς διώκοντας αὐτοὺς μεταθεμένους τῆς ἀγνωσίας τὸν μόνον ὄντα θεὸν ἐπιγνῶναι παρακαλεῖν.