Ancient Greek
Chapter 5
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 5.1
Not analysed yet
Ὑπὸ δὴ τὸν αὐτὸν καιρὸν αὐταῖς τε ἡμέραις, ἐπὶ τῆς Τυρίων πόλεως νεανίας Οὐλπιανὸς ὄνομα, μετὰ δεινὰς καὶ αὐτὸς αἰκίας, μάστιγάς τε χαλεπωτάτας, ἅμα κυνὶ καὶ ἀσπίδι, τῷ ἰοβόλῳ ἑρπετῷ, ὠμοβοί· νῃ περιβληθεὶς δορᾷ, θαλάττῃ παραδίδοται. διό μοι δοκεῖ ἐν τοῖς Ἀπφιανοῦ μαρτυρίοις ἂν ἡμῖν μνημονεύεσθαι καὶ οὗτος.