Ancient Greek
6.4 to 6.7
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 6.4-7
Not analysed yet
φέρεται δὴ εἴς μέσον τὸ στάδιον σὺν καί τινι κακούργῳ. φόνῳ δὲ τοῦ δεσπότου τοῦτον ἐνέχεσθαι ἔλεγον. εἶθ᾿ ὁ μὲν τοῦ δεσπότου φονεὺς τοῖς θηρσὶ παραβληθεὶς ἐλέου καὶ φιλανθρωπίας ἠξίωτο, μονονουχὶ κατ᾿ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος Βαραββᾶν. βοαῖς δ᾿ ἐπὶ τούτῳ καὶ εὐφημίαις τὸ πᾶν ἐξηχεῖτο θέατρον, ὡσὰν τοῦ μιαιφόνου φιλανθρώπως πρὸς τοῦ βασιλέως σεσωσμένου, τιμῆς τε καὶ ἐλευθερίας ἠξιωμένου. ὁ δὲ τῆς θεοσεβείας ἀθλητὴς ἀνακαλεῖται μὲν πρότερον ὑπὸ τοῦ τυράννου, εἶτα ἄρνησιν τῆς προθέσεως αἰτηθεὶς ἐπ᾿ ἐλευθερίας ἐπαγγελίᾳ, μεγάλῃ φωνῇ διαμαρτύρεται, μὴ φαύλης μὲν ἕνεκεν αἰτίας, εὐσεβείας δὲ τοῦ τῶν ὅλων δημιουργοῦ προθύμως καὶ μεθ᾿ ἡδονῆς, ὅσα δ᾿ ἂν ἐπάγοιτο αὐτῷ, γενναίως ὑποστήσεσθαι. καὶ τοῦτ᾿ εἰπὼν ἅμα λόγῳ τοὔργον ἐπάγει, δρομαῖος ἄντικρυς ἀπολυθείσῃ κατ᾿ αὐτοῦ ἄρκτῳ ὑπαντιάσας, ταύτῃ. τε ἑαυτὸν ἀσμενέστατα ἐπιδεδωκὼς εἰς βορὰν, μεθ᾿ ἣν ἔμπνους εἰς τὸ δεσμωτήριον αἴρεται. μίαν τε ἐνταῦθα ἐπιβιώσας ἡμέ ραν τῇ ἑξῆς λίθων αὐτοῦ προσαρτηθέντων τοῖς ποσὶ μέσῳ πελάγει καταποντοῦται. τοιοῦτο καὶ τὸ τοῦ Ἀγαπίου μαρτύριον.