Ancient Greek
Chapter 7
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 7.1
Not analysed yet
Ἤδη δὲ καὶ εἰς πέμπτον ἔτος τοῦ διωγμοῦ παραταθέντος, μηνὸς δευτέρᾳ Ξανθικοῦ, ἥτις ἐστὶ πρὸ τεσσάρων Νώνων Ἀπριλλίων, ἐν αὐτῇ κυριακῇ ἡμέρᾳ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως, αὖθις ἐπὶ τῆς Καισαρείας Θεοδοσία τῶν ἀπὸ Τύρου παρθένος, πιστὸν καὶ σεμνότατον κόριον, οὐδ᾿ ὅλως ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις τισὶ καὶ αὐτοῖς τὴν Χριστοῦ βασιλείαν ὁμολογοῦσι, πρό τε τοῦ δικαστηρίου καθεζομένοις, πρόσεισιν ὁμοῦ φιλοφρονουμένη, καὶ οἷα εἰκὸς ὑπὲρ τοῦ μνημονεύειν αὐτῆς πρὸς τὸν κύριον γενομένους παρακαλοῦσα.