Ancient Greek
Chapter 7
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 7.2
Not analysed yet
τοῦτο δὲ πράξα- σαν ὥσπερ ἀνόσιόν τι καὶ ἀσεβὲς εἰργασμένην ἀφαρπάσαντες στρατιῶται ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα. αὐτίκα δ’ οὗτος ἅτε τις ἐμμανὴς καὶ τὸν θυμὸν θηριωδέστατος δειναῖς καὶ φρικτοτάταις βασάνοις κατὰ πλευρῶν καὶ μαζῶν μέχρι καὶ αὐτῶν ὀστέων αἰκισάμενος. ἔμπνουν ἔτ’ αὐτὴν, ὅμως δ’ οὖν πρὸς ἅπαντα γεγηθότι καὶ φαιδρῷ ἱσταμένην προσώπῳ, τοῖς θαλαττίοις κύμασιν ἐμβληθῆναι προστάττει. εἶτ’ ἐξ αὐτῆς ἐπὶ τοὺς λοιποὺς μεταβὰς προστάττει. τοῖς κατὰ Φαίνω τῆς Παλαιστίνης χαλκοῦ μετάλλοις τοὺς πάντας παραδίδωσιν.